Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.20 Joseph. AJ 2.24 (English) >>Joseph. AJ 2.29

2.22ὡς πονηρὸν μὲν καὶ θεῷ καὶ ἀνθρώποις ἀνόσιον δοκοῦν καὶ τὸ μὴ συγγενοῦς ἀνθρώπου χειρουργῆσαι φόνον, πολὺ μέντοι μιαρώτερον τὸ σφαγὴν ἀδελφοῦ δράσαντας ὀφθῆναι, πατήρ τε ἀναιρουμένῳ συναδικεῖται καὶ μήτηρ εἰς πένθος καὶ παιδὸς ἀποστέρησιν οὐ κατʼ ἀνθρώπινον γενομένην νόμον συγκατασπᾶται. 2.23τούτων οὖν αὐτῶν αἰδῶ λαβόντας καὶ τῷ λογισμῷ τί καὶ πείσονται τεθνηκότος αὐτοῖς παιδὸς ἀγαθοῦ καὶ νεωτάτου παραθεμένους ἀποσχέσθαι τοῦ τολμήματος παρεκάλει καὶ τὸν θεὸν δείσαντας, ὃς θεατὴς ἅμα καὶ μάρτυς ἤδη καὶ τῆς βουλῆς αὐτῶν τῆς ἐπὶ τὸν ἀδελφὸν γεγενημένος ἀποστάντας μὲν τῆς πράξεως ἀγαπήσει μετανοίᾳ καὶ τῷ σωφρονεῖν εἴξαντας, 2.24προελθόντας δʼ ἐπὶ τοὖργον οὐκ ἔστιν ἣν οὐκ εἰσπράξεται τῆς ἀδελφοκτονίας δίκην μιάναντας αὐτοῦ τὴν πανταχοῦ παροῦσαν πρόνοιαν καὶ μήτε τῶν ἐπʼ ἐρημίᾳ πραττομένων ὑστεροῦσαν μήτε τῶν κατὰ τὰς πόλεις· ὅπου γὰρ ἂν ἄνθρωπος χρὴ δοκεῖν ἐνταῦθα παρεῖναι καὶ θεόν. 2.25τό τε συνειδὸς αὐτοὺς τὸ ἴδιον ἕξειν ἐχθρὸν ἐπὶ τοῖς τολμηθεῖσιν ἔλεγεν, μήτε τοῖς ἀγαθὸν αὐτὸ ἔχουσι μήτε τοιοῦτον ὁποῖον αὐτοῖς συνοικήσει τὸν ἀδελφὸν ἀνελοῦσιν ἔστιν ἀποδρᾶναι. 2.26προσετίθει δὲ καὶ ταῦτα τοῖς προειρημένοις, ὡς ἀδελφὸν οὐδὲ ἀδικήσαντα κτείνειν ὅσιον, καλὸν δὲ καὶ τὸ μὴ μνησικακεῖν τοῖς οὕτω φίλοις ὑπὲρ ὧν ἁμαρτεῖν ἔδοξαν. Ἰώσηπον δὲ οὐδὲ πονηρὸν εἰς αὐτοὺς γεγενημένον διαφθεροῦσιν, τὸ τῆς ἡλικίας ἀσθενὲς ἔλεον μᾶλλον καὶ τὴν παρʼ ἡμῶν ἐρανίζεται κηδεμονίαν·


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.20 Joseph. AJ 2.24 (English) >>Joseph. AJ 2.29

Powered by PhiloLogic